Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.44 Joseph. AJ 15.50 (English) >>Joseph. AJ 15.55

15.48 δὲ τὴν μὲν ἕως τῆς ἐγχειρήσεως ἐάσας προελθεῖν ἐπʼ αὐτοφώρῳ τοῦ δρασμοῦ συνέλαβεν, παρῆκεν δὲ τὴν ἁμαρτίαν, χαλεπὸν μὲν οὐδέν, εἰ καὶ σφόδρα βουλομένῳ ἦν αὐτῷ, διαθεῖναι τολμήσας, οὐ γὰρ ἂν ἀνασχέσθαι Κλεοπάτραν αἰτίαν ἐπὶ τῷ πρὸς αὐτὸν μίσει λαβοῦσαν, ἐμφαίνων δὲ μεγαλοψυχίαν μᾶλλον ἐξ ἐπιεικείας αὐτοῖς συνεγνωκέναι. 15.49προύκειτο μέντοι παντάπασιν αὐτῷ τὸ μειράκιον ἐκποδὼν ποιεῖσθαι, τὸ δὲ μὴ ταχὺ μηδʼ ἅμα τοῖς πεπραγμένοις ἐδόκει πιθανώτερον εἰς τὸ λανθάνειν. 15.50

Καὶ τῆς σκηνοπηγίας ἐπεχούσης, ἑορτὴ δέ ἐστιν αὕτη παρʼ ἡμῖν εἰς τὰ μάλιστα τηρουμένη, ταύτας τὰς ἡμέρας ὑπερεβάλλετο καὶ πρὸς εὐφροσύναις αὐτός τε καὶ τὸ λοιπὸν πλῆθος ἦν. ἐκίνησεν δʼ αὐτὸν ὅμως κἀκ τῶν τοιούτων ἐπισπεῦσαι τὰ περὶ τὴν προαίρεσιν ἐμφανῶς παροξύνων φθόνος. 15.51τὸ γὰρ μειράκιον Ἀριστόβουλος ἕβδομον ἐπὶ τοῖς δέκα γεγονὸς ἔτος, ἐπειδὴ κατὰ τὸν νόμον ἀνῆλθεν ἐπὶ τὸν βωμὸν συντελέσων τὰ θύματα, τόν τε κόσμον ἔχων τὸν τῶν ἀρχιερέων καὶ τὰ περὶ τὴν θρησκείαν ἐκτελῶν, κάλλει τε κάλλιστος καὶ μεγέθει πλέον πρὸς τὴν ἡλικίαν ὑπεράγων, τοῦ γε μὴν περὶ τὸ γένος ἀξιώματος πλεῖστον ἐν τῇ μορφῇ διαφαίνων, 15.52ὁρμή τε τῷ πλήθει πρὸς αὐτὸν εὐνοίας ἐγένετο καὶ τῶν Ἀριστοβούλῳ τῷ πάππῳ πεπραγμένων ἐναργὴς μνήμη παρέστη, νικώμενοί τε κατὰ μικρὸν ἐξηλέγχοντο τὰς διαθέσεις χαίροντες ὁμοῦ καὶ συγχεόμενοι καὶ φωνὰς εὐφήμους εἰς αὐτὸν ἀφιέντες εὐχαῖς μεμιγμένας, ὡς ἐμφανῆ γενέσθαι τὴν εὔνοιαν τῶν ὄχλων καὶ προπετεστέραν ἐν βασιλείᾳ δοκεῖν τὴν ὧν πεπόνθεσαν ὁμολογίαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.44 Joseph. AJ 15.50 (English) >>Joseph. AJ 15.55

Powered by PhiloLogic